Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.122 Joseph. AJ 17.127 (English) >>Joseph. AJ 17.132

17.125πολύτροποί τε κακιῶν ἀποδείξεις ἦσαν οὐδαμόθεν ψεύδους αἰτίαν ἐγκαλεῖσθαι δυνάμεναι διὰ τὸ μήτʼ εὐνοίᾳ τῇ πρὸς Ἡρώδην λέγειν τοὺς πολλοὺς μήτε ὑποψίᾳ κινδύνων σιγῆς ἐφʼ οἷς ἔχοιεν εἰπεῖν ἐγκαλουμένης, ἀλλὰ τῷ πονηρά τε ἡγεῖσθαι τὰ πράγματα, καὶ τὸν Ἀντίπατρον οὐκ ἀσφαλείᾳ τῇ Ἡρώδου, πονηρίᾳ δὲ τῇ αὐτοῦ πάσης ἄξιον τιμωρίας. 17.126πολλά τε ἦν καὶ παρὰ πολλῶν οἷς μὴ παρήγγελτο εἰπεῖν ἀγορευόμενα, ὥστε τὸν Ἀντίπατρον καίπερ ἐπὶ πλεῖστον πάντα δεινότατον ὄντα ψεύσασθαι καὶ ἀπερυθριάσαι μηδὲ ὅσον ἀπὸ φωνῆς ἐπʼ ἀντιλέξει τὴν ἰσχὺν εἰσφέρεσθαι. 17.127Νικολάου τε παυσαμένου τῶν τε λόγων καὶ τῶν ἐλέγχων Οὔαρος ἐκέλευσεν Ἀντίπατρον ἐπʼ ἀπολογίᾳ τῶν ἐγκλημάτων χωρεῖν, εἴ τινες αὐτῷ παρασκευαὶ τοῦ μὴ ἐνόχῳ τοῖς ἐπιφερομένοις εἶναι, καὶ γὰρ αὐτὸς εὔχεσθαι τὸν πατέρα εἰδέναι τῶν ὁμοίων εὐχόμενον μηδὲν αὐτὸν ἀδικοῦντα φωρᾶν. 17.128 δʼ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος τε τῷ θεῷ καὶ πᾶσι προτιθεὶς τὸ ἐπιμαρτυρῆσον αὐτῷ μηδὲν ἀδικεῖν, τεκμηρίοις ἐμφανέσι παραστῆσαι μὴ οὐκ ἐπίβουλον αὐτὸν τοῦ πατρὸς γεγονέναι, 17.129εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατʼ ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.122 Joseph. AJ 17.127 (English) >>Joseph. AJ 17.132

Powered by PhiloLogic